Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.49 Joseph. AJ 10.54 (English) >>Joseph. AJ 10.59

10.52περιιὼν γὰρ βασιλεὺς καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν τά τε ἄλση τὰ τοῖς ξενικοῖς ἀνειμένα θεοῖς ἐξέκοψε καὶ τοὺς βωμοὺς αὐτῶν κατέσκαψεν, εἴ τι δʼ ἀνάθημα τούτοις ὑπὸ τῶν προγόνων ἀνέκειτο περιυβρίζων κατέσπα. 10.53καὶ τούτῳ τῷ τρόπῳ τὸν λαὸν ἀπὸ τῆς περὶ αὐτοὺς δόξης εἰς τὴν τοῦ θεοῦ θρησκείαν ἐπέστρεψε καὶ τὰς συνήθεις ἐπέφερε θυσίας αὐτοῦ τῷ βωμῷ καὶ τὰς ὁλοκαυτώσεις. ἀπέδειξε δέ τινας κριτὰς καὶ ἐπισκόπους, ὡς ἂν διοικοῖεν τὰ παρʼ ἑκάστοις πράγματα περὶ παντὸς τὸ δίκαιον ποιούμενοι καὶ τῆς ψυχῆς οὐκ ἔλασσον αὐτὸ περιέποντες. 10.54διαπέμψας δὲ κατὰ πᾶσαν τὴν χώραν χρυσὸν καὶ ἄργυρον τοὺς βουλομένους ἐκέλευε κομίζειν εἰς ἐπισκευὴν τοῦ ναοῦ, ὅσον τις προαιρέσεως δυνάμεως ἔχει. 10.55κομισθέντων δὲ τῶν χρημάτων τῆς ἐπιμελείας τοῦ ναοῦ καὶ τῆς εἰς τοῦτο δαπάνης προύστησε τόν τʼ ἐπὶ τῆς πόλεως Ἀμασίαν καὶ τὸν γραμματέα Σαφᾶν καὶ τὸν γραφέα τῶν ὑπομνημάτων Ἰωάτην καὶ τὸν ἀρχιερέα Ἐλιακίαν, 10.56οἳ μηδὲν ὑπερθέσει μηδὲ ἀναβολῇ δόντες ἀρχιτέκτονας καὶ πάνθʼ ὅσα πρὸς τὴν ἐπισκευὴν χρήσιμα παρασκευάσαντες εἴχοντο τῶν ἔργων. καὶ μὲν ναὸς οὕτως ἐπισκευασθεὶς τὴν τοῦ βασιλέως εὐσέβειαν φανερὰν ἐποίησεν. 10.57

Ὄγδοον δʼ ἤδη καὶ δέκατον τῆς βασιλείας ἔτος ἔχων πέμπει πρὸς Ἐλιακίαν τὸν ἀρχιερέα κελεύων τὸ περισσὸν χωνεύσαντα ποιῆσαι κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας εἰς τὴν διακονίαν, ἔτι δὲ καὶ ὅσος ἂν χρυσὸς ἐν τοῖς θησαυροῖς καὶ ἄργυρος καὶ τοῦτον προκομίσαντας εἰς τοὺς κρατῆρας ὁμοίως καὶ τὰ τοιαῦτα σκεύη δαπανῆσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.49 Joseph. AJ 10.54 (English) >>Joseph. AJ 10.59

Powered by PhiloLogic